ΡΟΛΟ'Ι'

Σάββατο, 24 Δεκεμβρίου 2011

Η ΓΕΝΝΗΣΗ ΤΟΥ ΧΡΙΣΤΟΥ.

῾Η γέννησις τοῦ ᾿Ιησοῦ Χριστοῦ
Β´\ΕΓΕΝΕΤΟ δὲ ἐν ταῖς ἡμέραις ἐκείναις ἐξῆλθε δόγμα παρὰ Καίσαρος Αὐγούστου ἀπογράφεσθαι πᾶσαν τὴν οἰκουμένην. 2 αὕτη ἡ ἀπογραφὴ πρώτη ἐγένετο ἡγεμονεύοντος τῆς Συρίας Κυρηνίου. 3 καὶ ἐπορεύοντο πάντες ἀπογράφεσθαι, ἕκαστος εἰς τὴν ἰδίαν πόλιν. 4 ἀνέβη δὲ καὶ ᾿Ιωσὴφ ἀπὸ τῆς Γαλιλαίας ἐκ πόλεως Ναζαρὲτ εἰς τὴν ᾿Ιουδαίαν εἰς πόλιν Δαυΐδ, ἥτις καλεῖται Βηθλεέμ, διὰ τὸ εἶναι αὐτὸν ἐξ οἴκου καὶ πατριᾶς Δαυΐδ, 5 ἀπογράψασθαι σὺν Μαριὰμ τῇ μεμνηστευμένῃ αὐτῷ γυναικί, οὔσῃ ἐγκύῳ.
6 ἐγένετο δὲ ἐν τῷ εἶναι αὐτοὺς ἐκεῖ ἐπλήσθησαν αἱ ἡμέραι τοῦ τεκεῖν αὐτήν, 7 καὶ ἔτεκε τὸν υἱὸν αὐτῆς τὸν πρωτότοκον, καὶ ἐσπαργάνωσεν αὐτὸν καὶ ἀνέκλινεν αὐτὸν ἐν τῇ φάτνῃ, διότι οὐκ ἦν αὐτοῖς τόπος ἐν τῷ καταλύματι.
8 Καὶ ποιμένες ἦσαν ἐν τῇ χώρᾳ τῇ αὐτῇ ἀγραυλοῦντες καὶ φυλάσσοντες φυλακὰς τῆς νυκτὸς ἐπὶ τὴν ποίμνην αὐτῶν. 9 καὶ ἰδοὺ ἄγγελος Κυρίου ἐπέστη αὐτοῖς καὶ δόξα Κυρίου περιέλαμψεν αὐτούς, καὶ ἐφοβήθησαν φόβον μέγαν. 10 καὶ εἶπεν αὐτοῖς ὁ ἄγγελος· μὴ φοβεῖσθε· ἰδοὺ γὰρ εὐαγγελίζομαι ὑμῖν χαρὰν μεγάλην, ἥτις ἔσται παντὶ τῷ λαῷ, 11 ὅτι ἐτέχθη ὑμῖν σήμερον σωτήρ, ὅς ἐστι Χριστὸς Κύριος, ἐν πόλει Δαυΐδ. 12 καὶ τοῦτο ὑμῖν τὸ σημεῖον· εὑρήσετε βρέφος ἐσπαργανωμένον, κείμενον ἐν φάτνῃ.
13 καὶ ἐξαίφνης ἐγένετο σὺν τῷ ἀγγέλῳ πλῆθος στρατιᾶς οὐρανίου αἰνούντων τὸν Θεὸν καὶ λεγόντων· 14 δόξα ἐν ὑψίστοις Θεῷ καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.
15 καὶ ἐγένετο ὡς ἀπῆλθον ἀπ᾿ αὐτῶν εἰς τὸν οὐρανὸν οἱ ἄγγελοι, καὶ οἱ ἄνθρωποι οἱ ποιμένες εἶπον πρὸς ἀλλήλους· διέλθωμεν δὴ ἕως Βηθλεὲμ καὶ ἴδωμεν τὸ ρῆμα τοῦτο τὸ γεγονός, ὃ ὁ Κύριος ἐγνώρισεν ἡμῖν. 16 καὶ ἦλθον σπεύσαντες, καὶ ἀνεῦρον τήν τε Μαριὰμ καὶ τὸν ᾿Ιωσὴφ καὶ τὸ βρέφος κείμενον ἐν τῇ φάτνῃ. 17 ἰδόντες δὲ διεγνώρισαν περὶ τοῦ ρήματος τοῦ λαληθέντος αὐτοῖς περὶ τοῦ παιδίου τούτου· 18 καὶ πάντες οἱ ἀκούσαντες ἐθαύμασαν περὶ τῶν λαληθέντων ὑπὸ τῶν ποιμένων πρὸς αὐτούς. 19 ἡ δὲ Μαριὰμ πάντα συνετήρει τὰ ρήματα ταῦτα συμβάλλουσα ἐν τῇ καρδίᾳ αὐτῆς. 20 καὶ ὑπέστρεψαν οἱ ποιμένες δοξάζοντες καὶ αἰνοῦντες τὸν Θεὸν ἐπὶ πᾶσιν οἷς ἤκουσαν καὶ εἶδον καθὼς ἐλαλήθη πρὸς αὐτούς.
21 Καὶ ὅτε ἐπλήσθησαν αἱ ἡμέραι ὀκτὼ τοῦ περιτεμεῖν τὸ παιδίον, καὶ ἐκλήθη τὸ ὄνομα αὐτοῦ ᾿Ιησοῦς, τὸ κληθὲν ὑπὸ τοῦ ἀγγέλου πρὸ τοῦ συλληφθῆναι αὐτὸν ἐν τῇ κοιλίᾳ.
῾Η παρουσίασις τοῦ ᾿Ιησοῦ Χριστοῦ εἰς τὸν ναὸν
22 Καὶ ὅτε ἐπλήσθησαν αἱ ἡμέραι τοῦ καθαρισμοῦ αὐτῶν κατὰ τὸν νόμον Μωϋσέως, ἀνήγαγον αὐτὸν εἰς ῾Ιεροσόλυμα παραστῆσαι τῷ Κυρίῳ, 23 καθὼς γέγραπται ἐν νόμῳ Κυρίου ὅτι πᾶν ἄρσεν διανοῖγον μήτραν ἅγιον τῷ Κυρίῳ κληθήσεται, 24 καὶ τοῦ δοῦναι θυσίαν κατὰ τὸ εἰρημένον ἐν νόμῳ Κυρίου, ζεῦγος τρυγόνων ἢ δύο νεοσσοὺς περιστερῶν.
῾Ο Συμεὼν καὶ τὸ «νῦν ἀπολύεις»
25 Καὶ ἰδοὺ ἦν ἄνθρωπος ἐν ῾Ιεροσολύμοις ᾧ ὄνομα Συμεών, καὶ ὁ ἄνθρωπος οὗτος δίκαιος καὶ εὐλαβής, προσδεχόμενος παράκλησιν τοῦ ᾿Ισραήλ, καὶ Πνεῦμα ἦν ῞Αγιον ἐπ᾿ αὐτόν· 26 καὶ ἦν αὐτῷ κεχρηματισμένον ὑπὸ τοῦ Πνεύματος τοῦ ῾Αγίου μὴ ἰδεῖν θάνατον πρὶν ἢ ἴδῃ τὸν Χριστὸν Κυρίου. 27 καὶ ἦλθεν ἐν τῷ Πνεύματι εἰς τὸ ἱερόν· καὶ ἐν τῷ εἰσαγαγεῖν τοὺς γονεῖς τὸ παιδίον ᾿Ιησοῦν τοῦ ποιῆσαι αὐτοὺς κατὰ τὸ εἰθισμένον τοῦ νόμου περὶ αὐτοῦ, 28 καὶ αὐτὸς ἐδέξατο αὐτὸν εἰς τὰς ἀγκάλας αὐτοῦ καὶ εὐλόγησε τὸν Θεὸν καὶ εἶπε·
29 νῦν ἀπολύεις τὸν δοῦλόν σου, δέσποτα, κατὰ τὸ ρῆμά σου ἐν εἰρήνῃ,
30 ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου,
31 ὃ ἡτοίμασας κατὰ πρόσωπον πάντων τῶν λαῶν.
32 φῶς εἰς ἀποκάλυψιν ἐθνῶν καὶ δόξαν λαοῦ σου ᾿Ισραήλ.
33 Καὶ ἦν ᾿Ιωσὴφ καὶ ἡ μήτηρ αὐτοῦ θαυμάζοντες ἐπὶ τοῖς λαλουμένοις περὶ αὐτοῦ. 34 καὶ εὐλόγησεν αὐτοὺς Συμεὼν καὶ εἶπε πρὸς Μαριὰμ τὴν μητέρα αὐτοῦ· ἰδοὺ οὗτος κεῖται εἰς πτῶσιν καὶ ἀνάστασιν πολλῶν ἐν τῷ ᾿Ισραὴλ καὶ εἰς σημεῖον ἀντιλεγόμενον. 35 καὶ σοῦ δὲ αὐτῆς τὴν ψυχὴν διελεύσεται ρομφαία, ὅπως ἂν ἀποκαλυφθῶσιν ἐκ πολλῶν καρδιῶν διαλογισμοί.
῎Αννα ἡ προφῆτις
36 Καὶ ἦν ῎Αννα προφῆτις, θυγάτηρ Φανουήλ, ἐκ φυλῆς ᾿Ασήρ· αὕτη προβεβηκυῖα ἐν ἡμέραις πολλαῖς, ζήσασα ἔτη μετὰ ἀνδρὸς ἑπτὰ ἀπὸ τῆς παρθενίας αὐτῆς, 37 καὶ αὐτὴ χήρα ὡς ἐτῶν ὀγδοήκοντα τεσσάρων, ἣ οὐκ ἀφίστατο ἀπὸ τοῦ ἱεροῦ νηστείαις καὶ δεήσεσι λατρεύουσα νύκτα καὶ ἡμέραν· 38 καὶ αὕτη αὐτῇ τῇ ὥρᾳ ἐπιστᾶσα ἀνθωμολογεῖτο τῷ Κυρίῳ καὶ ἐλάλει περὶ αὐτοῦ πᾶσι τοῖς προσδεχομένοις λύτρωσιν ἐν ῾Ιερουσαλήμ. ΚΑΤΑ ΛΟΥΚΑ ΕΥΑΓΓΕΛΙΟ Κεφάλαιο 2ο

1  ΕΝ ΕΚΕΙΝΑΙΣ ΔΕ ΤΑΙΣ ΗΜΕΡΑΙΣ ΕΞΗΛΘΕ ΔΙΑΤΑΓΜΑ ΠΑΡΑ ΤΟΥ ΚΑΙΣΑΡΟΣ ΑΥΓΟΥΣΤΟΥ ΝΑ ΑΠΟΓΡΑΦΗ ΠΑΣΑ Η ΟΙΚΟΥΜΕΝΗ

2  ΑΥΤΗ Η ΑΠΟΓΡΑΦΗ ΕΓΕΙΝΕ ΠΡΩΤΗ ΟΤΕ ΗΓΕΜΟΝΕΥΕ ΤΗΣ ΣΥΡΙΑΣ Ο ΚΥΡΗΝΙΟΣ

3  ΚΑΙ ΗΡΧΟΝΤΟ ΠΑΝΤΕΣ ΝΑ ΑΠΟΓΡΑΦΩΝΤΑΙ ΕΚΑΣΤΟΣ ΕΙΣ ΤΗΝ ΕΑΥΤΟΥ ΠΟΛΙΝ

4  ΑΝΕΒΗ ΔΕ ΚΑΙ ΙΩΣΗΦ ΑΠΟ ΤΗΣ ΓΑΛΙΛΑΙΑΣ ΕΚ ΤΗΣ ΠΟΛΕΩΣ ΝΑΖΑΡΕΤ ΕΙΣ ΤΗΝ ΙΟΥΔΑΙΑΝ ΕΙΣ ΤΗΝ ΠΟΛΙΝ ΤΟΥ ΔΑΒΙΔ ΗΤΙΣ ΚΑΛΕΙΤΑΙ ΒΗΘΛΕΕΜ ΕΠΕΙΔΗ ΑΥΤΟΣ ΗΤΟ ΕΚ ΤΟΥ ΟΙΚΟΥ ΚΑΙ ΤΗΣ ΠΑΤΡΙΑΣ ΤΟΥ ΔΑΒΙΔ

5  ΔΙΑ ΝΑ ΑΠΟΓΡΑΦΗ ΜΕΤΑ ΤΗΣ ΜΑΡΙΑΜ ΤΗΣ ΗΡΡΑΒΩΝΙΣΜΕΝΗΣ ΜΕ ΑΥΤΟΝ ΕΙΣ ΓΥΝΑΙΚΑ ΗΤΙΣ ΗΤΟ ΕΓΚΥΟΣ

6  ΚΑΙ ΕΝΩ ΗΣΑΝ ΕΚΕΙ ΕΠΛΗΡΩΘΗΣΑΝ ΑΙ ΗΜΕΡΑΙ ΤΟΥ ΝΑ ΓΕΝΝΗΣΗ

7  ΚΑΙ ΕΓΕΝΝΗΣΕ ΤΟΝ ΥΙΟΝ ΑΥΤΗΣ ΤΟΝ ΠΡΩΤΟΤΟΚΟΝ ΚΑΙ ΕΣΠΑΡΓΑΝΩΣΕΝ ΑΥΤΟΝ ΚΑΙ ΚΑΤΕΚΛΙΝΕΝ ΑΥΤΟΝ ΕΝ ΤΗ ΦΑΤΝΗ ΔΙΟΤΙ ΔΕΝ ΗΤΟ ΤΟΠΟΣ ΔΙ ΑΥΤΟΥΣ ΕΝ ΤΩ ΚΑΤΑΛΥΜΑΤΙ

8  ΚΑΙ ΠΟΙΜΕΝΕΣ ΗΣΑΝ ΚΑΤΑ ΤΟ ΑΥΤΟ ΜΕΡΟΣ ΔΙΑΝΥΚΤΕΡΕΥΟΝΤΕΣ ΕΝ ΤΟΙΣ ΑΓΡΟΙΣ ΚΑΙ ΦΥΛΑΤΤΟΝΤΕΣ ΦΥΛΑΚΑΣ ΤΗΣ ΝΥΚΤΟΣ ΕΠΙ ΤΟ ΠΟΙΜΝΙΟΝ ΑΥΤΩΝ

9  ΚΑΙ ΙΔΟΥ ΑΓΓΕΛΟΣ ΚΥΡΙΟΥ ΕΞΑΙΦΝΗΣ ΕΦΑΝΗ ΕΙΣ ΑΥΤΟΥΣ ΚΑΙ ΔΟΞΑ ΚΥΡΙΟΥ ΕΛΑΜΨΕ ΠΕΡΙ ΑΥΤΟΥΣ ΚΑΙ ΕΦΟΒΗΘΗΣΑΝ ΦΟΒΟΝ ΜΕΓΑΝ

10  ΚΑΙ ΕΙΠΕ ΠΡΟΣ ΑΥΤΟΥΣ Ο ΑΓΓΕΛΟΣ ΜΗ ΦΟΒΕΙΣΘΕ ΔΙΟΤΙ ΙΔΟΥ ΕΥΑΓΓΕΛΙΖΟΜΑΙ ΕΙΣ ΕΣΑΣ ΧΑΡΑΝ ΜΕΓΑΛΗΝ ΗΤΙΣ ΘΕΛΕΙ ΕΙΣΘΑΙ ΕΙΣ ΠΑΝΤΑ ΤΟΝ ΛΑΟΝ

11  ΔΙΟΤΙ ΣΗΜΕΡΟΝ ΕΓΕΝΝΗΘΗ ΕΙΣ ΕΣΑΣ ΕΝ ΠΟΛΕΙ ΔΑΒΙΔ ΣΩΤΗΡ ΟΣΤΙΣ ΕΙΝΑΙ ΧΡΙΣΤΟΣ ΚΥΡΙΟΣ

12  ΚΑΙ ΤΟΥΤΟ ΘΕΛΕΙ ΕΙΣΘΑΙ ΤΟ ΣΗΜΕΙΟΝ ΕΙΣ ΕΣΑΣ ΘΕΛΕΤΕ ΕΥΡΕΙ ΒΡΕΦΟΣ ΕΣΠΑΡΓΑΝΩΜΕΝΟΝ ΚΕΙΜΕΝΟΝ ΕΝ ΤΗ ΦΑΤΝΗ

13  ΚΑΙ ΕΞΑΙΦΝΗΣ ΜΕΤΑ ΤΟΥ ΑΓΓΕΛΟΥ ΕΦΑΝΗ ΠΛΗΘΟΣ ΣΤΡΑΤΙΑΣ ΟΥΡΑΝΙΟΥ ΥΜΝΟΥΝΤΩΝ ΤΟΝ ΘΕΟΝ ΚΑΙ ΛΕΓΟΝΤΩΝ

14  ΔΟΞΑ ΕΝ ΥΨΙΣΤΟΙΣ ΘΕΩ ΚΑΙ ΕΠΙ ΓΗΣ ΕΙΡΗΝΗ ΕΝ ΑΝΘΡΩΠΟΙΣ ΕΥΔΟΚΙΑ

15  ΚΑΙ ΚΑΘΩΣ ΟΙ ΑΓΓΕΛΟΙ ΑΝΕΧΩΡΗΣΑΝ ΑΠ ΑΥΤΩΝ ΕΙΣ ΤΟΝ ΟΥΡΑΝΟΝ ΟΙ ΑΝΘΡΩΠΟΙ ΟΙ ΠΟΙΜΕΝΕΣ ΕΙΠΟΝ ΠΡΟΣ ΑΛΛΗΛΟΥΣ ΑΣ ΥΠΑΓΩΜΕΝ ΛΟΙΠΟΝ ΕΩΣ ΒΗΘΛΕΕΜ ΚΑΙ ΑΣ ΙΔΩΜΕΝ ΤΟ ΠΡΑΓΜΑ ΤΟΥΤΟ ΤΟ ΓΕΓΟΝΟΣ ΤΟ ΟΠΟΙΟΝ Ο ΚΥΡΙΟΣ ΕΦΑΝΕΡΩΣΕΝ ΕΙΣ ΗΜΑΣ

16  ΚΑΙ ΗΛΘΟΝ ΜΕΤΑ ΣΠΟΥΔΗΣ ΚΑΙ ΕΥΡΟΝ ΤΗΝ ΤΕ ΜΑΡΙΑΜ ΚΑΙ ΤΟΝ ΙΩΣΗΦ ΚΑΙ ΤΟ ΒΡΕΦΟΣ ΚΕΙΜΕΝΟΝ ΕΝ ΤΗ ΦΑΤΝΗ

17  ΚΑΙ ΙΔΟΝΤΕΣ ΔΙΕΚΗΡΥΞΑΝ ΤΟΝ ΛΟΓΟΝ ΤΟΝ ΛΑΛΗΘΕΝΤΑ ΠΡΟΣ ΑΥΤΟΥΣ ΠΕΡΙ ΤΟΥ ΠΑΙΔΙΟΥ ΤΟΥΤΟΥ

18  ΚΑΙ ΠΑΝΤΕΣ ΟΙ ΑΚΟΥΣΑΝΤΕΣ ΕΘΑΥΜΑΣΑΝ ΠΕΡΙ ΤΩΝ ΛΑΛΗΘΕΝΤΩΝ ΥΠΟ ΤΩΝ ΠΟΙΜΕΝΩΝ ΠΡΟΣ ΑΥΤΟΥΣ

19  Η ΔΕ ΜΑΡΙΑΜ ΕΦΥΛΑΤΤΕ ΠΑΝΤΑΣ ΤΟΥΣ ΛΟΓΟΥΣ ΤΟΥΤΟΥΣ ΔΙΑΛΟΓΙΖΟΜΕΝΗ ΠΕΡΙ ΑΥΤΩΝ ΕΝ ΤΗ ΚΑΡΔΙΑ ΑΥΤΗΣ

20  ΚΑΙ ΥΠΕΣΤΡΕΨΑΝ ΟΙ ΠΟΙΜΕΝΕΣ ΔΟΞΑΖΟΝΤΕΣ ΚΑΙ ΥΜΝΟΥΝΤΕΣ ΤΟΝ ΘΕΟΝ ΔΙΑ ΠΑΝΤΑ ΟΣΑ ΗΚΟΥΣΑΝ ΚΑΙ ΕΙΔΟΝ ΚΑΘΩΣ ΕΛΑΛΗΘΗΣΑΝ ΠΡΟΣ ΑΥΤΟΥΣ

21  ΚΑΙ ΟΤΕ ΕΠΛΗΡΩΘΗΣΑΝ ΑΙ ΟΚΤΩ ΗΜΕΡΑΙ ΔΙΑ ΝΑ ΠΕΡΙΤΕΜΩΣΙ ΤΟ ΠΑΙΔΙΟΝ ΕΚΛΗΘΗ ΤΟ ΟΝΟΜΑ ΑΥΤΟΥ ΙΗΣΟΥΣ ΤΟ ΟΝΟΜΑΣΘΕΝ ΥΠΟ ΤΟΥ ΑΓΓΕΛΟΥ ΠΡΙΝ ΣΥΛΛΗΦΘΗ ΕΝ ΤΗ ΚΟΙΛΙΑ

22  ΚΑΙ ΟΤΕ ΕΠΛΗΡΩΘΗΣΑΝ ΑΙ ΗΜΕΡΑΙ ΤΟΥ ΚΑΘΑΡΙΣΜΟΥ ΑΥΤΗΣ ΚΑΤΑ ΤΟΝ ΝΟΜΟΝ ΤΟΥ ΜΩΥΣΕΩΣ ΑΝΕΒΙΒΑΣΑΝ ΑΥΤΟΝ ΕΙΣ ΙΕΡΟΣΟΛΥΜΑ ΔΙΑ ΝΑ ΠΑΡΑΣΤΗΣΩΣΙΝ ΕΙΣ ΤΟΝ ΚΥΡΙΟΝ

23  ΚΑΘΩΣ ΕΙΝΑΙ ΓΕΓΡΑΜΜΕΝΟΝ ΕΝ ΤΩ ΝΟΜΩ ΤΟΥ ΚΥΡΙΟΥ ΟΤΙ ΠΑΝ ΑΡΣΕΝΙΚΟΝ ΔΙΑΝΟΙΓΟΝ ΜΗΤΡΑΝ ΘΕΛΕΙ ΚΛΗΘΗ ΑΓΙΟΝ ΕΙΣ ΤΟΝ ΚΥΡΙΟΝ

24  ΚΑΙ ΔΙΑ ΝΑ ΠΡΟΣΦΕΡΩΣΙ ΘΥΣΙΑΝ ΚΑΤΑ ΤΟ ΕΙΡΗΜΕΝΟΝ ΕΝ ΤΩ ΝΟΜΩ ΤΟΥ ΚΥΡΙΟΥ ΖΕΥΓΟΣ ΤΡΥΓΟΝΩΝ Η ΔΥΟ ΝΕΟΣΣΟΥΣ ΠΕΡΙΣΤΕΡΩΝ

25  ΚΑΙ ΙΔΟΥ ΗΤΟ ΑΝΘΡΩΠΟΣ ΤΙΣ ΕΝ ΙΕΡΟΥΣΑΛΗΜ ΟΝΟΜΑΖΟΜΕΝΟΣ ΣΥΜΕΩΝ ΚΑΙ Ο ΑΝΘΡΩΠΟΣ ΟΥΤΟΣ ΗΤΟ ΔΙΚΑΙΟΣ ΚΑΙ ΕΥΛΑΒΗΣ ΠΡΟΣΜΕΝΩΝ ΤΗΝ ΠΑΡΗΓΟΡΙΑΝ ΤΟΥ ΙΣΡΑΗΛ ΚΑΙ ΠΝΕΥΜΑ ΑΓΙΟΝ ΗΤΟ ΕΠ ΑΥΤΟΝ

26  ΚΑΙ ΗΤΟ ΕΙΣ ΑΥΤΟΝ ΑΠΟΚΕΚΑΛΥΜΜΕΝΟΝ ΥΠΟ ΤΟΥ ΠΝΕΥΜΑΤΟΣ ΤΟΥ ΑΓΙΟΥ ΟΤΙ ΔΕΝ ΘΕΛΕΙ ΙΔΕΙ ΘΑΝΑΤΟΝ ΠΡΙΝ ΙΔΗ ΤΟΝ ΧΡΙΣΤΟΝ ΤΟΥ ΚΥΡΙΟΥ

27  ΚΑΙ ΗΛΘΕ ΔΙΑ ΤΟΥ ΠΝΕΥΜΑΤΟΣ ΕΙΣ ΤΟ ΙΕΡΟΝ ΚΑΙ ΟΤΕ ΟΙ ΓΟΝΕΙΣ ΕΙΣΕΦΕΡΑΝ ΤΟ ΠΑΙΔΙΟΝ ΙΗΣΟΥΝ ΔΙΑ ΝΑ ΚΑΜΩΣΙ ΠΕΡΙ ΑΥΤΟΥ ΚΑΤΑ ΤΗΝ ΣΥΝΗΘΕΙΑΝ ΤΟΥ ΝΟΜΟΥ

28  ΑΥΤΟΣ ΕΔΕΧΘΗ ΑΥΤΟ ΕΙΣ ΤΑΣ ΑΓΚΑΛΑΣ ΑΥΤΟΥ ΚΑΙ ΕΥΛΟΓΗΣΕ ΤΟΝ ΘΕΟΝ ΚΑΙ ΕΙΠΕ

29  ΝΥΝ ΑΠΟΛΥΕΙΣ ΤΟΝ ΔΟΥΛΟΝ ΣΟΥ ΔΕΣΠΟΤΑ ΚΑΤΑ ΤΟ ΡΗΜΑ ΣΟΥ ΕΝ ΕΙΡΗΝΗ

30  ΔΙΟΤΙ ΕΙΔΟΝ ΟΙ ΟΦΘΑΛΜΟΙ ΜΟΥ ΤΟ ΣΩΤΗΡΙΟΝ ΣΟΥ

31  ΤΟ ΟΠΟΙΟΝ ΗΤΟΙΜΑΣΑΣ ΕΝΩΠΙΟΝ ΠΑΝΤΩΝ ΤΩΝ ΛΑΩΝ

32  ΦΩΣ ΕΙΣ ΦΩΤΙΣΜΟΝ ΤΩΝ ΕΘΝΩΝ ΚΑΙ ΔΟΞΑΝ ΤΟΥ ΛΑΟΥ ΣΟΥ ΙΣΡΑΗΛ

33  ΚΑΙ Ο ΙΩΣΗΦ ΚΑΙ Η ΜΗΤΗΡ ΑΥΤΟΥ ΕΘΑΥΜΑΖΟΝ ΔΙΑ ΤΑ ΛΕΓΟΜΕΝΑ ΠΕΡΙ ΑΥΤΟΥ

34  ΚΑΙ ΕΥΛΟΓΗΣΕΝ ΑΥΤΟΥΣ Ο ΣΥΜΕΩΝ ΚΑΙ ΕΙΠΕ ΠΡΟΣ ΜΑΡΙΑΜ ΤΗΝ ΜΗΤΕΡΑ ΑΥΤΟΥ ΙΔΟΥ ΟΥΤΟΣ ΚΕΙΤΑΙ ΕΙΣ ΠΤΩΣΙΝ ΚΑΙ ΑΝΑΣΤΑΣΙΝ ΠΟΛΛΩΝ ΕΝ ΤΩ ΙΣΡΑΗΛ ΚΑΙ ΕΙΣ ΣΗΜΕΙΟΝ ΑΝΤΙΛΕΓΟΜΕΝΟΝ

35  ΚΑΙ ΣΟΥ ΔΕ ΑΥΤΗΣ ΤΗΝ ΨΥΧΗΝ ΡΟΜΦΑΙΑ ΘΕΛΕΙ ΔΙΑΠΕΡΑΣΕΙ ΔΙΑ ΝΑ ΑΝΑΚΑΛΥΦΘΩΣΙΝ ΟΙ ΔΙΑΛΟΓΙΣΜΟΙ ΠΟΛΛΩΝ ΚΑΡΔΙΩΝ

36  ΚΑΙ ΥΠΗΡΧΕ ΤΙΣ ΑΝΝΑ ΠΡΟΦΗΤΙΣ ΘΥΓΑΤΗΡ ΦΑΝΟΥΗΛ ΕΚ ΤΗΣ ΦΥΛΗΣ ΑΣΗΡ ΑΥΤΗ ΗΤΟ ΠΟΛΥ ΠΡΟΒΕΒΗΚΥΙΑ ΕΙΣ ΗΛΙΚΙΑΝ ΗΤΙΣ ΕΖΗΣΕ ΜΕΤΑ ΤΟΥ ΑΝΔΡΟΣ ΑΥΤΗΣ ΕΠΤΑ ΕΤΗ ΑΠΟ ΤΗΣ ΠΑΡΘΕΝΙΑΣ ΑΥΤΗΣ

37  ΚΑΙ ΑΥΤΗ ΗΤΟ ΧΗΡΑ ΩΣ ΕΤΩΝ ΟΓΔΟΗΚΟΝΤΑ ΤΕΣΣΑΡΩΝ ΗΤΙΣ ΔΕΝ ΑΠΕΜΑΚΡΥΝΕΤΟ ΑΠΟ ΤΟΥ ΙΕΡΟΥ ΝΥΚΤΑ ΚΑΙ ΗΜΕΡΑΝ ΛΑΤΡΕΥΟΥΣΑ ΤΟΝ ΘΕΟΝ ΕΝ ΝΗΣΤΕΙΑΙΣ ΚΑΙ ΠΡΟΣΕΥΧΑΙΣ

38  ΚΑΙ ΑΥΤΗ ΦΘΑΣΑΣΑ ΕΝ ΑΥΤΗ ΤΗ ΩΡΑ ΕΔΟΞΟΛΟΓΕΙ ΤΟΝ ΚΥΡΙΟΝ ΚΑΙ ΕΛΑΛΕΙ ΠΕΡΙ ΑΥΤΟΥ ΠΡΟΣ ΠΑΝΤΑΣ ΤΟΥΣ ΠΡΟΣΜΕΝΟΝΤΑΣ ΛΥΤΡΩΣΙΝ ΕΝ ΙΕΡΟΥΣΑΛΗΜ

39  ΚΑΙ ΑΦΟΥ ΕΤΕΛΕΙΩΣΑΝ ΠΑΝΤΑ ΤΑ ΚΑΤΑ ΤΟΝ ΝΟΜΟΝ ΤΟΥ ΚΥΡΙΟΥ ΥΠΕΣΤΡΕΨΑΝ ΕΙΣ ΤΗΝ ΓΑΛΙΛΑΙΑΝ ΕΙΣ ΤΗΝ ΠΟΛΙΝ ΑΥΤΩΝ ΝΑΖΑΡΕΤ

40  ΤΟ ΔΕ ΠΑΙΔΙΟΝ ΗΥΞΑΝΕ ΚΑΙ ΕΔΥΝΑΜΟΥΤΟ ΚΑΤΑ ΤΟ ΠΝΕΥΜΑ ΠΛΗΡΟΥΜΕΝΟΝ ΣΟΦΙΑΣ ΚΑΙ ΧΑΡΙΣ ΘΕΟΥ ΗΤΟ ΕΠ ΑΥΤΟ

41  ΕΠΟΡΕΥΟΝΤΟ ΔΕ ΟΙ ΓΟΝΕΙΣ ΑΥΤΟΥ ΚΑΤ ΕΤΟΣ ΕΙΣ ΙΕΡΟΥΣΑΛΗΜ ΕΝ ΤΗ ΕΟΡΤΗ ΤΟΥ ΠΑΣΧΑ

42  ΚΑΙ ΟΤΕ ΕΓΕΙΝΕΝ ΕΤΩΝ ΔΩΔΕΚΑ ΑΦΟΥ ΑΝΕΒΗΣΑΝ ΕΙΣ ΙΕΡΟΣΟΛΥΜΑ ΚΑΤΑ ΤΟ ΕΘΟΣ ΤΗΣ ΕΟΡΤΗΣ

43  ΚΑΙ ΕΤΕΛΕΙΩΣΑΝ ΤΑΣ ΗΜΕΡΑΣ ΕΝΩ ΑΥΤΟΙ ΥΠΕΣΤΡΕΦΟΝ ΤΟ ΠΑΙΔΙΟΝ Ο ΙΗΣΟΥΣ ΕΜΕΙΝΕΝ ΟΠΙΣΩ ΕΝ ΙΕΡΟΥΣΑΛΗΜ ΚΑΙ ΔΕΝ ΕΝΟΗΣΕΝ Ο ΙΩΣΗΦ ΚΑΙ Η ΜΗΤΗΡ ΑΥΤΟΥ

44  ΝΟΜΙΣΑΝΤΕΣ ΔΕ ΟΤΙ ΑΥΤΟΣ ΗΤΟ ΕΝ ΤΗ ΣΥΝΟΔΙΑ ΗΛΘΟΝ ΜΙΑΣ ΗΜΕΡΑΣ ΟΔΟΝ ΚΑΙ ΑΝΕΖΗΤΟΥΝ ΑΥΤΟΝ ΜΕΤΑΞΥ ΤΩΝ ΣΥΓΓΕΝΩΝ ΚΑΙ ΤΩΝ ΓΝΩΡΙΜΩΝ

45  ΚΑΙ ΜΗ ΕΥΡΟΝΤΕΣ ΑΥΤΟΝ ΥΠΕΣΤΡΕΨΑΝ ΕΙΣ ΙΕΡΟΥΣΑΛΗΜ ΖΗΤΟΥΝΤΕΣ ΑΥΤΟΝ

46  ΚΑΙ ΜΕΤΑ ΤΡΕΙΣ ΗΜΕΡΑΣ ΕΥΡΟΝ ΑΥΤΟΝ ΕΝ ΤΩ ΙΕΡΩ ΚΑΘΗΜΕΝΟΝ ΕΝ ΜΕΣΩ ΤΩΝ ΔΙΔΑΣΚΑΛΩΝ ΚΑΙ ΑΚΟΥΟΝΤΑ ΑΥΤΟΝ ΚΑΙ ΕΡΩΤΩΝΤΑ ΑΥΤΟΥΣ

47  ΕΞΙΣΤΑΝΤΟ ΔΕ ΠΑΝΤΕΣ ΟΙ ΑΚΟΥΟΝΤΕΣ ΑΥΤΟΝ ΔΙΑ ΤΗΝ ΣΥΝΕΣΙΝ ΚΑΙ ΤΑΣ ΑΠΟΚΡΙΣΕΙΣ ΑΥΤΟΥ

48  ΚΑΙ ΙΔΟΝΤΕΣ ΑΥΤΟΝ ΕΞΕΠΛΑΓΗΣΑΝ ΚΑΙ ΕΙΠΕ ΠΡΟΣ ΑΥΤΟΝ Η ΜΗΤΗΡ ΑΥΤΟΥ ΤΕΚΝΟΝ ΔΙΑ ΤΙ ΕΠΡΑΞΑΣ ΕΙΣ ΗΜΑΣ ΟΥΤΩΣ ΙΔΟΥ Ο ΠΑΤΗΡ ΣΟΥ ΚΑΙ ΕΓΩ ΚΑΤΑΛΥΠΟΥΜΕΝΟΙ ΣΕ ΕΖΗΤΟΥΜΕΝ

49  ΚΑΙ ΕΙΠΕ ΠΡΟΣ ΑΥΤΟΥΣ ΔΙΑ ΤΙ ΜΕ ΕΖΗΤΕΙΤΕ ΔΕΝ ΗΞΕΥΡΕΤΕ ΟΤΙ ΠΡΕΠΕΙ ΝΑ ΗΜΑΙ ΕΙΣ ΤΑ ΤΟΥ ΠΑΤΡΟΣ ΜΟΥ

50  ΚΑΙ ΑΥΤΟΙ ΔΕΝ ΕΝΟΗΣΑΝ ΤΟΝ ΛΟΓΟΝ ΤΟΝ ΟΠΟΙΟΝ ΕΛΑΛΗΣΕ ΠΡΟΣ ΑΥΤΟΥΣ

51  ΚΑΙ ΚΑΤΕΒΗ ΜΕΤ ΑΥΤΩΝ ΚΑΙ ΗΛΘΕΝ ΕΙΣ ΝΑΖΑΡΕΤ ΚΑΙ ΗΤΟ ΥΠΟΤΑΣΣΟΜΕΝΟΣ ΕΙΣ ΑΥΤΟΥΣ Η ΔΕ ΜΗΤΗΡ ΑΥΤΟΥ ΕΦΥΛΑΤΤΕ ΠΑΝΤΑΣ ΤΟΥΣ ΛΟΓΟΥΣ ΤΟΥΤΟΥΣ ΕΝ ΤΗ ΚΑΡΔΙΑ ΑΥΤΗΣ

52  ΚΑΙ Ο ΙΗΣΟΥΣ ΠΡΟΕΚΟΠΤΕΝ ΕΙΣ ΣΟΦΙΑΝ ΚΑΙ ΗΛΙΚΙΑΝ ΚΑΙ ΧΑΡΙΝ ΠΑΡΑ ΘΕΩ ΚΑΙ ΑΝΘΡΩΠΟΙΣ

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.